Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.79 Dem. 20.82 (English) >>Dem. 20.85

20.81ἄξιον τοίνυν, ἄνδρες Ἀθηναῖοι, κἀκεῖνο σκοπεῖν, ὅπως μὴ φανούμεθα φαυλότεροι Χίων περὶ τοὺς εὐεργέτας γεγενημένοι. εἰ γὰρ ἐκεῖνοι μέν, ἐφʼ οὓς μεθʼ ὅπλων ἦλθεν ἐν ἐχθροῦ τάξει, μηδὲν ὧν ἔδοσαν πρότερον νῦν ἀφῄρηνται, ἀλλὰ τὰς πάλαι χάριτας μείζους τῶν καινῶν ἐγκλημάτων πεποίηνται, ὑμεῖς δέ, ὑπὲρ ὧν ἐπʼ ἐκείνους ἐλθὼν ἐτελεύτησεν, ἀντὶ τοῦ διὰ ταῦτʼ ἔτι μᾶλλον αὐτὸν τιμᾶν καὶ τῶν ἐπὶ ταῖς πρότερον εὐεργεσίαις τι δοθέντων ἀφῃρημένοι φανήσεσθε, πῶς οὐκ εἰκότως αἰσχύνην ἕξετε; 20.82καὶ μὴν καὶ κατʼ ἐκεῖνʼ ἀνάξιʼ ἂν εἴη πεπονθὼς παῖς εἴ <τι> τῆς δωρειᾶς ἀφαιρεθείη, καθʼ πολλάκις ὑμῶν στρατηγήσαντος Χαβρίου οὐδενὸς πώποθʼ υἱὸς ὀρφανὸς διʼ ἐκεῖνον ἐγένετο, αὐτὸς δʼ ἐν ὀρφανίᾳ τέθραπται διὰ τὴν πρὸς ὑμᾶς φιλοτιμίαν τοῦ πατρός. οὕτω γὰρ ὡς ἀληθῶς ἔμοιγε φαίνεται βεβαίως πως ἐκεῖνος φιλόπολις, ὥστε δοκῶν καὶ ὢν ἀσφαλέστατος στρατηγὸς ἁπάντων, ὑπὲρ μὲν ὑμῶν, ὁπόθʼ ἡγοῖτο, ἐχρῆτο τούτῳ, ὑπὲρ αὑτοῦ δέ, ἐπειδὴ τὸ καθʼ αὑτὸν ἐτάχθη κινδυνεύειν, παρεῖδε, καὶ μᾶλλον εἵλετο μὴ ζῆν καταισχῦναι τὰς παρʼ ὑμῶν ὑπαρχούσας αὐτῷ τιμάς. 20.83εἶθʼ ὑπὲρ ὧν ἐκεῖνος ᾤετο δεῖν ἀποθνῄσκειν νικᾶν, ταῦθʼ ἡμεῖς ἀφελώμεθα τὸν υἱὸν αὐτοῦ; καὶ τί φήσομεν, ἄνδρες Ἀθηναῖοι, ὅταν τὰ μὲν τρόπαιʼ ἑστήκῃ δῆλα πᾶσιν ἀνθρώποις, ὑπὲρ ὑμῶν στρατηγῶν ἐκεῖνος ἔστησε, τῶν δʼ ἐπὶ τούτοις δωρειῶν ἀφῃρημένον τι φαίνηται; οὐ σκέψεσθʼ, ἄνδρες Ἀθηναῖοι, καὶ λογιεῖσθε, ὅτι νῦν οὐχ νόμος κρίνεται πότερον ἔστʼ ἐπιτήδειος οὔ, ἀλλʼ ὑμεῖς δοκιμάζεσθʼ εἴτʼ ἐπιτήδειοι πάσχειν ἔστʼ εὖ τὸν λοιπὸν χρόνον εἴτε μή;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.79 Dem. 20.82 (English) >>Dem. 20.85

Powered by PhiloLogic